Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.58.1 Hdt. 8.60.1 (English) >>Hdt. 8.60β.1

ch. 59 8.59.1 ὡς δὲ ἄρα συνελέχθησαν, πρὶν τὸν Εὐρυβιάδην προθεῖναι τὸν λόγον τῶν εἵνεκα συνήγαγε τοὺς στρατηγούς, πολλὸς ἦν Θεμιστοκλέης ἐν τοῖσι λόγοισι οἷα κάρτα δεόμενος· λέγοντος δὲ αὐτοῦ, Κορίνθιος στρατηγὸς Ἀδείμαντος Ὠκύτου εἶπε· “ Θεμιστόκλεες, ἐν τοῖσι ἀγῶσι οἱ προεξανιστάμενοι ῥαπίζονται.” δὲ ἀπολυόμενος ἔφη· “οἱ δέ γε ἐγκαταλειπόμενοι οὐ στεφανοῦνται.”

ch. 60 8.60.1 τότε μὲν ἠπίως πρὸς τὸν Κορίνθιον ἀμείψατο, πρὸς δὲ τὸν Εὐρυβιάδην ἔλεγε ἐκείνων μὲν ἔτι οὐδὲν τῶν πρότερον λεχθέντων, ὡς ἐπεὰν ἀπάρωσι ἀπὸ Σαλαμῖνος διαδρήσονται· παρεόντων γὰρ τῶν συμμάχων οὐκ ἔφερέ οἱ κόσμον οὐδένα κατηγορέειν· δὲ ἄλλου λόγου εἴχετο, λέγων τάδε·

ch. 60α 8.60α.1ἐν σοὶ νῦν ἐστὶ σῶσαι τὴν Ἑλλάδα, ἢν ἐμοὶ πείθῃ ναυμαχίην αὐτοῦ μένων ποιέεσθαι, μηδὲ πειθόμενος τούτων τοῖσι λόγοισι ἀναζεύξῃς πρὸς τὸν Ἰσθμὸν τὰς νέας. ἀντίθες γὰρ ἑκάτερον ἀκούσας. πρὸς μὲν τῷ Ἰσθμῷ συμβάλλων ἐν πελάγεϊ ἀναπεπταμένῳ ναυμαχήσεις, ἐς τὸ ἥκιστα ἡμῖν σύμφορον ἐστὶ νέας ἔχουσι βαρυτέρας καὶ ἀριθμὸν ἐλάσσονας· τοῦτο δὲ ἀπολέεις Σαλαμῖνά τε καὶ Μέγαρα καὶ Αἴγιναν, ἤν περ καὶ τὰ ἄλλα εὐτυχήσωμεν. ἅμα δὲ τῷ ναυτικῷ αὐτῶν ἕψεται καὶ πεζὸς στρατός, καὶ οὕτω σφέας αὐτὸς ἄξεις ἐπὶ τὴν Πελοπόννησον, κινδυνεύσεις τε ἁπάσῃ τῇ Ἑλλάδι.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.58.1 Hdt. 8.60.1 (English) >>Hdt. 8.60β.1

Powered by PhiloLogic